ὁπόσων δʼ ἂν μαρτυρίαι ἁλῶσιν δίκῃ, ψευδῆ δοξάντων μαρτυρεῖν καὶ τὴν νίκην τῷ ἑλόντι πεποιηκέναι, ἐὰν τῶν τοιούτων ὑπὲρ ἥμισυ μαρτυριῶν καταδικασθῶσίν τινες, τὴν κατὰ ταύτας ἁλοῦσαν δίκην ἀνάδικον γίγνεσθαι, ἀμφισβήτησιν δʼ εἶναι καὶ διαδικασίαν εἴτε κατὰ ταύτας εἴτε μὴ ἡ δίκη ἐκρίθη, ὁποτέρως δʼ ἂν κριθῇ, ταύτῃ γιγνέσθω τὸ τέλος τῶν ἔμπροσθεν δικῶν.πολλῶν δὲ ὄντων καὶ καλῶν ἐν τῷ τῶν ἀνθρώπων βίῳ, τοῖς πλείστοις αὐτῶν οἷον κῆρες ἐπιπεφύκασιν, αἳ καταμιαίνουσίν τε καὶ καταρρυπαίνουσιν αὐτά· καὶ δὴ καὶ δίκη ἐν ἀνθρώποις πῶς οὐ καλόν, ὃ πάντα ἡμέρωκεν τὰ ἀνθρώπινα; καλοῦ δὲ ὄντος τούτου, πῶς οὐ καὶ τὸ συνδικεῖν ἡμῖν γίγνοιτʼ ἂν καλόν; ταῦτα οὖν τοιαῦτα ὄντα διαβάλλει τις κάκη, καλὸν ὄνομα προστησαμένη τέχνην, ἣ πρῶτον μὲν δή φησιν εἶναί τινα δικῶν μηχανήν—εἶναι δʼ αὐτὴ τοῦ τε δικάσασθαι καὶ συνδικεῖν ἄλλῳ—νικᾶν δυναμένην, ἄντʼ οὖν δίκαια ἄντε μὴ τὰ περὶ τὴν δίκην ἑκάστην ᾖ πεπραγμένα·δωρεὰν δʼ αὐτῆς εἶναι τῆς τέχνης καὶ τῶν λόγων τῶν ἐκ τῆς τέχνης, ἂν ἀντιδωρῆταί τις χρήματα. ταύτην οὖν ἐν τῇ παρʼ ἡμῖν πόλει, εἴτʼ οὖν τέχνη εἴτε ἄτεχνός ἐστίν τις ἐμπειρία καὶ τριβή, μάλιστα μὲν δὴ χρεών ἐστιν μὴ φῦναι· δεομένου δὲ τοῦ νομοθέτου πείθεσθαι καὶ μὴ ἐναντία δίκῃ φθέγγεσθαι, πρὸς ἄλλην δὲ ἀπαλλάττεσθαι χώραν, πειθομένοις μὲν σιγή, ἀπειθοῦσιν δὲ φωνὴ νόμου ἥδε· ἄν τις δοκῇ πειρᾶσθαι τὴν τῶν δικαίων δύναμιν ἐν ταῖς τῶν δικαστῶν ψυχαῖς ἐπὶ τἀναντία τρέπειν καὶ παρὰ καιρὸν πολυδικεῖν τῶν τοιούτων ἢ καὶ συνδικεῖν, γραφέσθω μὲν ὁ βουλόμενος αὐτὸν κακοδικίας ἢ καὶ συνδικίας κακῆς, κρινέσθω δὲ ἐν τῷ τῶν ἐκλεκτῶν δικαστηρίῳ, ὀφλόντος δέ, τιμάτω τὸ δικαστήριον εἴτε φιλοχρηματίᾳ δοκεῖ δρᾶν τὸ τοιοῦτον εἴτε φιλονικίᾳ, καὶ ἐὰν μὲν φιλονικίᾳ, τιμᾶν αὐτῷ τὸ δικαστήριον ὅσου χρὴ χρόνου τὸν τοιοῦτον μηδενὶ λαχεῖν δίκην μηδὲ συνδικῆσαι, ἐὰν δὲ φιλοχρηματίᾳ, τὸν μὲν ξένον ἀπιόντα ἐκ τῆς χώρας μήποτε πάλιν ἐλθεῖν ἢ θανάτῳ ζημιοῦσθαι, τὸν ἀστὸν δὲ τεθνάναι φιλοχρημοσύνης ἕνεκα τῆς ἐκ παντὸς τρόπου παρʼ αὐτῷ τιμωμένης· καὶ ἐάν τις φιλονικίᾳ κριθῇ δὶς τὸ τοιοῦτον δρᾶν, τεθνάτω.