οὓς μὲν νῦν εἴπομεν, ὑπὸ νόσων, εἰσὶν δὲ οἳ διὰ θυμοῦ κακὴν φύσιν ἅμα καὶ τροφὴν γενομένην, οἳ δὴ σμικρᾶς ἔχθρας γενομένης, πολλὴν φωνὴν ἱέντες κακῶς ἀλλήλους βλασφημοῦντες λέγουσιν, οὐ πρέπον ἐν εὐνόμων πόλει γίγνεσθαι τοιοῦτον οὐδὲν οὐδαμῇ οὐδαμῶς. εἷς δὴ περὶ κακηγορίας ἔστω νόμος περὶ πάντας ὅδε· Μηδένα κακηγορείτω μηδείς. ὁ δὲ ἀμφισβητῶν ἔν τισι λόγοις ἄλλος ἄλλῳ διδασκέτω καὶ μανθανέτω τόν τε ἀμφισβητοῦντα καὶ τοὺς παρόντας ἀπεχόμενος πάντως τοῦ κακηγορεῖν.ἐκ γὰρ τοῦ κατεύχεσθαί τε ἀλλήλοις ἐπαρωμένους καὶ διʼ αἰσχρῶν ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται· πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος. μετεκβαίνειν δὲ αὖ πως εἰώθασιν πάντες θαμὰ ἐν τοῖς τοιούτοις εἰς τό τι γελοῖον περὶ τοῦ ἐναντίου φθέγγεσθαι· ὅ τις ἐθιζόμενος οὐδεὶς πώποτε ὃς οὐ τοῦ σπουδαίου τρόπου ἤτοι τὸ παράπαν διήμαρτεν ἢ μεγαλονοίας ἀπώλεσεν μέρη πολλά. ὧν δὴ χάριν ἐν μὲν ἱερῷ τὸ παράπαν μηδεὶς τοιοῦτον φθέγξηται μηδέποτε μηδὲν μηδʼ ἔν τισι δημοτελέσι θυσίαις, μηδʼ αὖ ἐν ἄθλοις μηδʼ ἐν ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί· κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου. ἐὰν δέ τις ἐν ἄλλοις τόποις λοιδορίας ἄρχων ἢ ἀμυνόμενος ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτερος ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖς ἐξείργων τοὺς θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένους, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ. λέγομεν δὴ τὰ νῦν ὡς λοιδορίαις συμπλεκόμενος ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατός ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ· τί δὲ δή; τὴν τῶν κωμῳδῶν προθυμίαν τοῦ γελοῖα εἰς τοὺς ἀνθρώπους λέγειν ἦ παραδεχόμεθα, ἐὰν ἄνευ θυμοῦ τὸ τοιοῦτον ἡμῖν τοὺς πολίτας ἐπιχειρῶσιν κωμῳδοῦντες λέγειν; ἢ διαλάβωμεν δίχα τῷ παίζειν καὶ μή, καὶ παίζοντι μὲν ἐξέστω τινὶ περί του λέγειν γελοῖον ἄνευ θυμοῦ, συντεταμένῳ δὲ καὶ μετὰ θυμοῦ, καθάπερ εἴπομεν, μὴ ἐξέστω μηδενί; τοῦτο μὲν οὖν οὐδαμῶς ἀναθετέον, ᾧ δʼ ἐξέστω καὶ μὴ δέ, τοῦτο νομοθετησώμεθα.ποιητῇ δὴ κωμῳδίας ἤ τινος ἰάμβων ἢ μουσῶν μελῳδίας μὴ ἐξέστω μήτε λόγῳ μήτε εἰκόνι, μήτε θυμῷ μήτε ἄνευ θυμοῦ, μηδαμῶς μηδένα τῶν πολιτῶν κωμῳδεῖν· ἐὰν δέ τις ἀπειθῇ, τοὺς ἀθλοθέτας ἐξείργειν ἐκ τῆς χώρας τὸ παράπαν αὐθημερόν, ἢ ζημιοῦσθαι μναῖς τρισὶν ἱεραῖς τοῦ θεοῦ οὗ ἂν ἀγὼν ᾖ. οἷς δʼ εἴρηται πρότερον ἐξουσίαν εἶναι περί του ποιεῖν, εἰς ἀλλήλους τούτοις ἄνευ θυμοῦ μὲν μετὰ παιδιᾶς ἐξέστω, σπουδῇ δὲ ἅμα καὶ θυμουμένοισιν μὴ ἐξέστω. τούτου δὴ διάγνωσις ἐπιτετράφθω τῷ τῆς παιδεύσεως ὅλης ἐπιμελητῇ τῶν νέων· καὶ ὃ μὲν ἂν οὗτος ἐγκρίνῃ, προφέρειν εἰς τὸ μέσον ἐξέστω τῷ ποιήσαντι, ὃ δʼ ἂν ἀποκρίνῃ, μήτε αὐτὸς ἐπιδεικνύσθω μηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.οἰκτρὸς δʼ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλʼ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται· διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει. διὸ τῷ νομοθέτῃ θεῖναι νόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά· Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος ἡ τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως ἡ χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.δοῦλος δʼ ἂν ἢ δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν, μὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν ἤ τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, ὁ τοῦ βλάψαντος δεσπότης ἢ τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, ἢ τὸν βλάψαντʼ αὐτὸν παραδότω·ἐὰν δʼ ἐπαιτιώμενος ὁ δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας τοῦ δούλου κομιζέσθω ἧς ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω. καὶ ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ κύων ἤ τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην.ἐάν τις ἑκὼν μὴ ʼθέλῃ μαρτυρεῖν, προκαλεῖσθαι τὸν δεόμενον, ὁ δὲ κληθεὶς ἀπαντάτω πρὸς τὴν δίκην, καὶ ἐὰν μὲν εἰδῇ καὶ ἐθέλῃ μαρτυρεῖν, μαρτυρείτω, ἐὰν δὲ εἰδέναι μὴ φῇ, τοὺς τρεῖς θεοὺς Δία καὶ Ἀπόλλωνα καὶ Θέμιν ἀπομόσας ἦ μὴν μὴ εἰδέναι ἀπαλλαττέσθω τῆς δίκης· ὁ δʼ εἰς μαρτυρίαν κληθείς, μὴ ἀπαντῶν δὲ τῷ καλεσαμένῳ, τῆς βλάβης ὑπόδικος ἔστω κατὰ νόμον. ἐὰν δέ τίς τινα δικάζοντα ἀναστήσηται μάρτυρα, μαρτυρήσας μὴ διαψηφιζέσθω περὶ ταύτης τῆς δίκης. γυναικὶ δʼ ἐξέστω ἐλευθέρᾳ μαρτυρεῖν καὶ συνηγορεῖν, ἐὰν ὑπὲρ τετταράκοντα ἔτη ᾖ γεγονυῖα, καὶ δίκην λαγχάνειν, ἐὰν ἄνανδρος ᾖ· ζῶντος δὲ ἀνδρὸς ἐξέστω μαρτυρῆσαι μόνον. δούλῃ δὲ καὶ δούλῳ καὶ παιδὶ φόνου μόνον ἐξέστω μαρτυρεῖν καὶ συνηγορεῖν, ἐὰν ἐγγυητὴν ἀξιόχρεων ἦ μὴν μενεῖν καταστήσῃ μέχρι δίκης, ἐὰν ἐπισκηφθῇ τὰ ψευδῆ μαρτυρῆσαι. ἐπισκήπτεσθαι δὲ τῶν ἀντιδίκων ἑκάτερον ὅλῃ τῇ μαρτυρίᾳ καὶ μέρει, ἐὰν τὰ ψευδῆ φῇ τινα μεμαρτυρηκέναι, πρὶν τὴν δίκην διακεκρίσθαι· τὰς δʼ ἐπισκήψεις τὰς ἀρχὰς φυλάττειν κατασεσημασμένας ὑπʼ ἀμφοῖν, καὶ παρέχειν εἰς τὴν τῶν ψευδομαρτυριῶν διάκρισιν. ἐὰν δέ τις ἁλῷ δὶς ψευδομαρτυρῶν, τοῦτον μηκέτι νόμος ἀναγκαζέτω μηδεὶς μαρτυρεῖν, ἐὰν δὲ τρίς, μηκέτʼ ἐξέστω τούτῳ μαρτυρεῖν· ἐὰν δὲ τολμήσῃ μαρτυρῆσαι τρὶς ἑαλωκώς, ἐνδεικνύτω μὲν πρὸς τὴν ἀρχὴν ὁ βουλόμενος αὐτόν, ἡ δʼ ἀρχὴ δικαστηρίῳ παραδότω, ἐὰν δὲ ὄφλῃ, θανάτῳ ζημιούσθω.