ἔστω τοίνυν εἰρημένον ὑπέρ τε νομοθέτου καὶ ὑπὲρ νομοθετουμένου σχεδὸν οἷον κοινὸν προοίμιον, συγγνώμην μὲν τῷ νομοθέτῃ τοὺς ἐπιταττομένους δεόμενον ἔχειν, ὅτι τῶν κοινῶν ἐπιμελούμενος οὐκ ἄν ποτε δύναιτο διοικεῖν ἅμα καὶ τὰς ἰδίας ἑκάστῳ γιγνομένας συμφοράς, συγγνώμην δʼ αὖ καὶ τοῖς νομοθετουμένοις, ὡς τὰ τοῦ νομοθετοῦντος εἰκότως ἐνίοτε οὐ δύνανται προστάγματα τελεῖν, ἃ μὴ γιγνώσκων προστάττει. τί δή τις οὖν, ὦ ξένε, δρῶν πρὸς τὰ τοιαῦτα ἐμμετρότατος ἂν εἴη; διαιτητάς, ὦ Κλεινία, τοῖς τοιούτοις νόμοις καὶ νομοθετουμένοις ἀναγκαῖον αἱρεῖσθαι. πῶς λέγεις; ἔστιν ὅτε πλουσίου πατρὸς ἀδελφιδοῦς τὴν τοῦ θείου θυγατέρα ἑκὼν οὐκ ἂν ἐθέλοι λαμβάνειν, τρυφῶν καὶ ἐπὶ μείζοσι γάμοις τὴν διάνοιαν ἐπέχων· ἔστιν δʼ ὅτε καὶ συμφορὰν τὴν μεγίστην τοῦ νομοθέτου προστάττοντος, ἀπειθεῖν ἀναγκάζοιτʼ ἂν τῷ νόμῳ, μαινόμενα κηδεύματα ἀναγκάζοντος λαμβάνειν ἢ δεινὰς ἄλλας σωμάτων ἢ ψυχῶν συμφοράς, ἃς ἀβίωτον ζῆν κεκτημένῳ. ὁ δὴ νῦν λόγος ἡμῖν περὶ τούτων ὅδε νόμος κείσθω· ἐάν τινες ἄρα περὶ διαθήκης ἐγκαλῶσι τοῖς κειμένοις νόμοις, περί τε ἄλλων ὡντινωνοῦν καὶ δὴ καὶ περὶ γάμων, ἦ μὴν παρόντα καὶ ζῶντα αὐτὸν τὸν νομοθέτην μήποτʼ ἂν ἀναγκάσαι πράττειν οὕτω, μηδὲ γῆμαι μηδὲ γήμασθαι, τοὺς νῦν ἀναγκαζομένους ἑκάτερα δρᾶν, ὁ δέ τις τῶν οἰκείων ἤ τις ἐπίτροπος φῇ, διαιτητὰς φάναι καὶ πατέρας τοὺς πεντεκαίδεκα τῶν νομοφυλάκων καταλιπεῖν τοῖς ὀρφανοῖς καὶ ὀρφαναῖς τὸν νομοθέτην· πρὸς οὓς ἐπανιόντες διαδικαζέσθων οἱ περί τινος τῶν τοιούτων ἀμφισβητοῦντες, κύρια τελοῦντες τὰ τούτων δόγματα. ἂν δέ τῳ μείζων δύναμις ἐπανατίθεσθαι δοκῇ τοῖς νομοφύλαξιν, εἰς τὸ τῶν ἐκκρίτων δικαστῶν δικαστήριον εἰσάγων αὐτοὺς διαδικαζέσθω περὶ τῶν ἀμφισβητουμένων·τῷ δὲ ἡττηθέντι παρὰ τοῦ νομοθέτου ψόγος καὶ ὄνειδος κείσθω, πολλῶν χρημάτων νοῦν κεκτημένῳ ζημία βαρυτέρα.νῦν δὴ τοῖς ὀρφανοῖς παισὶ γένεσις οἷον δευτέρα τις γίγνοιτʼ ἄν. μετὰ μὲν οὖν τὴν πρώτην ἑκάστοις εἴρηνται τροφαὶ καὶ παιδεύσεις· μετὰ δὲ τὴν δευτέραν, ἔρημον πατέρων γενομένην, μηχανᾶσθαι δεῖ τίνα τρόπον ἡ τῆς ὀρφανίας τύχη τοῖς γενομένοις ὀρφανοῖς ὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς. πρῶτον μὲν δή φαμεν νομοθετεῖν αὐτοῖς τοὺς νομοφύλακας ἀντὶ γεννητόρων πατέρας οὐ χείρους, καὶ δὴ καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ὡς οἰκείων ἐπιμελεῖσθαι προστάττομεν, ἐμμελῆ τούτοις τε αὐτοῖς περὶ τροφῆς ὀρφανῶν προοιμιασάμενοι καὶ τοῖς ἐπιτρόποις.εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσίν τινα τελευτήσασαι, ᾗ τῶν κατʼ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται· ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δʼ εἰσὶν περιέχοντες λόγοι, πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖσιν καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δʼ αὖ καὶ τοῖς νομοθετοῦσιν ταῦθʼ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται. ταύτῃ δὲ εἰ ταῦτʼ ἐστὶν κατὰ φύσιν, πρῶτον μὲν τοὺς ἄνω θεοὺς φοβείσθων, οἳ τῶν ὀρφανῶν τῆς ἐρημίας αἰσθήσεις ἔχουσιν, εἶτα τὰς τῶν κεκμηκότων ψυχάς, αἷς ἐστιν ἐν τῇ φύσει τῶν αὑτῶν ἐκγόνων κήδεσθαι διαφερόντως καὶ τιμῶσίν τε αὐτοὺς εὐμενεῖς εἶναι καὶ ἀτιμάζουσιν δυσμενεῖς, ἔτι δὲ τὰς τῶν ζώντων μέν, ἐν γήρᾳ δὲ ὄντων καὶ ἐν μεγίσταις τιμαῖς—ὅπουπερ πόλις εὐνομοῦσα εὐδαιμονεῖ, τούτους οἱ παῖδες παίδων φιλοστοργοῦντες ζῶσι μεθʼ ἡδονῆς· καὶ τὰ περὶ ταῦτα ὀξὺ μὲν ἀκούουσιν βλέπουσίν τε ὀξύ, τοῖς τε περὶ αὐτὰ δικαίοις εὐμενεῖς εἰσιν, νεμεσῶσίν τε μάλιστα αὖ τοῖς εἰς ὀρφανὰ καὶ ἔρημα ὑβρίζουσιν, παρακαταθήκην εἶναι μεγίστην ἡγούμενοι καὶ ἱερωτάτην—οἷς ἐπίτροπον καὶ ἄρχοντα πᾶσι δεῖ τὸν νοῦν, ᾧ καὶ βραχὺς ἐνείη, προσέχοντα, καὶ εὐλαβούμενον περὶ τροφήν τε καὶ παιδείαν ὀρφανῶν, ὡς ἔρανον εἰσφέροντα ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ, κατὰ δύναμιν πάντως πᾶσαν εὐεργετεῖν. ὁ μὲν δὴ πεισθεὶς τῷ πρὸ τοῦ νόμου μύθῳ καὶ μηδὲν εἰς ὀρφανὸν ὑβρίσας οὐκ εἴσεται ἐναργῶς τὴν περὶ τὰ τοιαῦτα ὀργὴν νομοθέτου, ὁ δὲ ἀπειθὴς καί τινα πατρὸς ἢ μητρὸς ἔρημον ἀδικῶν διπλῆν τινέτω πᾶσαν τὴν βλάβην ἢ περὶ τὸν ἀμφιθαλῆ γενόμενος κακός.τὴν δὲ ἄλλην νομοθεσίαν ἐπιτρόποισίν τε περὶ ὀρφανοὺς ἄρχουσίν τε περὶ τὴν ἐπιμέλειαν τῶν ἐπιτρόπων, εἰ μὲν μὴ παράδειγμά τε τροφῆς παίδων ἐλευθέρων ἐκέκτηντο αὐτοὶ τρέφοντες τοὺς αὑτῶν καὶ τῶν οἰκείων χρημάτων ἐπιμελούμενοι, ἔτι δὲ νόμους περὶ αὐτῶν τούτων μετρίως διειρημένους εἶχον, εἶχέν τινα λόγον ἂν ἐπιτροπικούς τινας νόμους, ὡς ὄντας ἰδίᾳ διαφέροντας πολύ, τιθέναι, ποικίλλοντας ἐπιτηδεύμασιν ἰδίοις τὸν τῶν ὀρφανῶν βίον παρὰ τὸν τῶν μή· νῦν δὲ εἰς μὲν τὰ τοιαῦτα σύμπαντα οὐ πολὺ διαφέρον ἡ παρʼ ἡμῖν ὀρφανία κέκτηται τῆς πατρονομικῆς, τιμαῖς δὲ καὶ ἀτιμίαις ἅμα καὶ ἐπιμελείαισιν οὐδαμῶς ἐξισοῦσθαι φιλεῖ.διὸ δὴ περὶ τοῦτο αὐτὸ τὴν ὀρφανῶν πέρι νομοθεσίαν παραμυθούμενός τε καὶ ἀπειλῶν ὁ νόμος ἐσπούδακεν. ἔτι δʼ ἀπειλή τις ἂν τοιάδε εἴη μάλα ἔγκαιρος· ὃς ἂν θῆλυν εἴτε ἄρρενα ἐπιτροπεύῃ, καὶ ὃς ἂν ἐπιτρόπου φύλαξ τῶν νομοφυλάκων καταστὰς ἐπιμελῆται, μὴ χεῖρον ἀγαπάτω τῶν αὑτοῦ τέκνων τὸν τῆς ὀρφανικῆς μετειληφότα τύχης, μηδὲ τῶν οἰκείων τῶν τοῦ τρεφομένου χεῖρον χρημάτων ἐπιμελείσθω, βέλτιον δὲ ἢ τῶν αὑτοῦ κατὰ προθυμίαν. ἕνα δὲ τοῦτον νόμον ἔχων ὀρφανῶν πέρι πᾶς ἐπιτροπευέτω· ἐὰν δὲ ἄλλως τις περὶ τὰ τοιαῦτα πράττῃ παρὰ τὸν νόμον τόνδε, ὁ μὲν ἄρχων ζημιούτω τὸν ἐπίτροπον, ὁ δὲ ἐπίτροπος τὸν ἄρχοντα εἰς τὸ τῶν ἐκκρίτων δικαστήριον εἰσάγων ζημιούτω τῷ δόξαντι τιμήματι τῷ δικαστηρίῳ διπλῇ. ἐὰν δʼ ἐπίτροπος ἀμελεῖν ἢ κακουργεῖν δοκῇ τοῖς οἰκείοις ἢ καὶ τῶν ἄλλων τινὶ πολιτῶν, εἰς ταὐτὸν ἀγέτω δικαστήριον· ὅτι δʼ ἂν ὄφλῃ, τετραπλασίαν μὲν τούτου τίνειν, γιγνέσθω δὲ τὸ μὲν ἥμισυ τοῦ παιδός, τὸ δʼ ἥμισυ τοῦ καταδικασαμένου τὴν δίκην. ἅμα δʼ ἂν ἡβήσῃ τις τῶν ὀρφανῶν, ἐὰν ἡγῆται κακῶς ἐπιτροπευθῆναι, μέχρι πέντε ἐτῶν ἐξηκούσης τῆς ἐπιτροπῆς ἔστω δίκην λαχεῖν ἐπιτροπίας· ἐὰν δέ τις ὄφλῃ τῶν ἐπιτρόπων, τιμᾶν τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν, ἐὰν δὲ δὴ τῶν ἀρχόντων, ἀμελείᾳ μὲν δόξας κακῶσαι τὸν ὀρφανόν, ὅτι χρὴ τίνειν αὐτὸν τῷ παιδί, τιμάτω τὸ δικαστήριον, ἐὰν δὲ ἀδικίᾳ, πρὸς τῷ τιμήματι, τῆς ἀρχῆς τῶν νομοφυλάκων ἀφιστάσθω, τὸ δὲ κοινὸν τῆς πόλεως ἕτερον νομοφύλακα ἀντὶ τούτου καθιστάτω τῇ χώρᾳ καὶ τῇ πόλει.διαφοραὶ πατέρων τε πρὸς αὑτῶν παῖδας γίγνονται καὶ παίδων πρὸς γεννητὰς μείζους ἢ χρεών, ἐν αἷς οἵ τε πατέρες ἡγοῖντʼ ἂν δεῖν τὸν νομοθέτην νομοθετεῖν ἐξεῖναί σφισιν, ἐὰν βούλωνται, τὸν ὑὸν ὑπὸ κήρυκος ἐναντίον ἁπάντων ἀπειπεῖν ὑὸν κατὰ νόμον μηκέτʼ εἶναι, ὑεῖς τʼ αὖ σφίσι πατέρας ὑπὸ νόσων ἢ γήρως διατιθεμένους αἰσχρῶς ἐξεῖναι παρανοίας γράφεσθαι·