μείζω δὲ δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμείξασα γίγνηται διαφερόντως τοιαύτη, διαφέροντα καὶ μετέβαλεν τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον.αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν, ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γιγνόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφερέσι τοὺς προσφερεῖς καὶ ποιεῖν. ταύτης τῆς δίκης οὔτε σὺ μή ποτε οὔτε εἰ ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξηται περιγενέσθαι θεῶν· ἣν πασῶν δικῶν διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν. οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπʼ αὐτῆς· οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδʼ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τείσεις δὲ αὐτῶν τὴν προσήκουσαν τιμωρίαν εἴτʼ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἀγριώτερον ἔτι διακομισθεὶς τόπον. ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, κᾆτα ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπῃ ποτὲ τῷ παντὶ συμβάλλεται. γιγνώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πῶς οὐ δεῖν δοκεῖς; ἥν τις μὴ γιγνώσκων οὐδʼ ἂν τύπον ἴδοι ποτέ, οὐδὲ λόγον συμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ σύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅτι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς συλλαμβάνοι· εἰ δʼ ἐπιδεὴς ἔτι λόγου τινὸς ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις. ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶν καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγε οὐ παντάπασιν φαύλως ἂν φαίην ἡμῖν ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὖ θεοὺς εἶναι τοῖσιν ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον. κάλλιστʼ εἶπες, ποιῶμέν τε ὡς λέγεις.φέρε δὴ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ἢ ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσοντας τὸν ἅπαντα ἐντελεχῶς οὐρανόν. οὕτως.ἀλλʼ ἄρα τίσιν προσφερεῖς τῶν ἀρχόντων; ἢ τίνες τούτοις, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων ἢ πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν· εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις. ἐπειδὴ γὰρ συγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη δή, φαμέν, ἀθάνατός ἐσθʼ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη, σύμμαχοι δὲ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες, ἡμεῖς δʼ αὖ κτῆμα θεῶν καὶ δαιμόνων· φθείρει δὲ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν, βραχὺ δέ τι καὶ τῇδε ἄν τις τῶν τοιούτων ἐνοικοῦν ἡμῖν σαφὲς ἴδοι. ψυχαὶ δέ τινες ἐπὶ γῆς οἰκοῦσαι καὶ ἄδικον λῆμμα κεκτημέναι δῆλον ὅτι θηριώδεις, πρὸς τὰς τῶν φυλάκων ψυχὰς ἄρα κυνῶν ἢ τὰς τῶν νομέων ἢ πρὸς τὰς τῶν παντάπασιν ἀκροτάτων δεσποτῶν προσπίπτουσαι, πείθουσιν θωπείαις λόγων καὶ ἐν εὐκταίαις τισὶν ἐπῳδαῖς, ὡς αἱ φῆμαί φασιν αἱ τῶν κακῶν, ἐξεῖναι πλεονεκτοῦσιν σφίσιν ἐν ἀνθρώποις πάσχειν μηδὲν χαλεπόν· φαμὲν δʼ εἶναί που τὸ νῦν ὀνομαζόμενον ἁμάρτημα, τὴν πλεονεξίαν, ἐν μὲν σαρκίνοις σώμασι νόσημα καλούμενον, ἐν δὲ ὥραις ἐτῶν καὶ ἐνιαυτοῖς λοιμόν, ἐν δὲ πόλεσι καὶ πολιτείαις τοῦτο αὐτό, ῥήματι μετεσχηματισμένον, ἀδικίαν. παντάπασι μὲν οὖν. τοῦτον δὴ τὸν λόγον ἀναγκαῖον λέγειν τὸν λέγοντα ὡς εἰσὶν συγγνώμονες ἀεὶ θεοὶ τοῖς τῶν ἀνθρώπων ἀδίκοις καὶ ἀδικοῦσιν, ἂν αὐτοῖς τῶν ἀδικημάτων τις ἀπονέμῃ· καθάπερ κυσὶν λύκοι τῶν ἁρπασμάτων σμικρὰ ἀπονέμοιεν, οἱ δὲ ἡμερούμενοι τοῖς δώροις συγχωροῖεν τὰ ποίμνια διαρπάζειν.ἆρʼ οὐχ οὗτος ὁ λόγος ὁ τῶν φασκόντων παραιτητοὺς εἶναι θεούς; οὗτος μὲν οὖν. τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους φύλακας εἶναι θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν; πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίσῃ τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας; μηδαμῶς. ἀλλʼ οὔτι μὴν ἡνιόχοισί γε ἐν ἁμίλλῃ συντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς ἑτέροισι τὴν νίκην ζεύγεσι προδοῦναι. δεινὴν γὰρ εἰκόνα λέγοις ἂν λέγων τὸν λόγον τοῦτον. οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδʼ ἰατροῖς οὐδὲ γεωργοῖς, οὐδὲ νομεῦσιν μὴν οὐδέ τισι κυσὶν κεκηλημένοις ὑπὸ λύκων.