καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμναζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ διαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπʼ ἀσχημοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδʼ ἀλλοιοῦσθαι διʼ ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ πώματος.ναί· σωφρονοῖ γὰρ ἄν, ὦ ξένε, καὶ ὁ τοιοῦτος οὕτω πράττων. πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε· εἶεν, ὦ νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα— τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω—τῆς δὲ ἀφοβίας καὶ τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως ἃ μὴ χρή, πότερον ἔστιν πῶμα, ἢ πῶς λέγομεν; ἔστιν, φήσει που, τὸν οἶνον φράζων. ἦ καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ; πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτοῦ ποιεῖ πρῶτον ἵλεων εὐθὺς μᾶλλον ἢ πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται, τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως εἰς δόξαν; καὶ τελευτῶν δὴ πάσης ὁ τοιοῦτος παρρησίας ὡς σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὥστε εἰπεῖν τε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι; πᾶς ἡμῖν, οἶμαι, ταῦτʼ ἂν συγχωροῖ. τί μήν; ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύʼ ἔφαμεν ἡμῶν ἐν ταῖς ψυχαῖς δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα θαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα. ἃ τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα. καλῶς μνημονεύετε. ἐπειδὴ δὲ τήν τε ἀνδρείαν καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκεπτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον ἂν εἴη. τό γʼ οὖν εἰκός. ἃ παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοι τʼ εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικʼ, εἴη τὸ μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντους τε καὶ θρασύτητος γέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν ἢ πάσχειν ἢ καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν. ἔοικεν. οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι, θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθʼ ὅσα διʼ ἡδονῆς αὖ μεθύσκοντα παράφρονας ποιεῖ;τούτων δὲ εὐτελῆ τε καὶ ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα ἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν μετʼ εὐλαβείας γίγνηται;σκοπῶμεν γὰρ δή· δυσκόλου ψυχῆς καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ αὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διονύσου θεωρίας; ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες, ἦθος ψυχῆς θεάσασθαι; καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ μισθοῦ ζημιώδους θεωρεῖν. καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί γε τούτων οὔτʼ ἂν Κρῆτας οὔτʼ ἄλλους ἀνθρώπους οὐδένας οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράν τε ἀλλήλων ἐπιεικῆ ταύτην εἶναι, τό τε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους διαφέρειν πρὸς τὰς ἄλλας βασάνους. ἀληθὲς τοῦτό γε. τοῦτο μὲν ἄρʼ ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ γνῶναι τὰς φύσεις τε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ ἧς ἐστιν ταῦτα θεραπεύειν· ἔστιν δέ που, φαμέν, ὡς οἶμαι, πολιτικῆς. ἦ γάρ; πάνυ μὲν οὖν.