πότερον ὡσαύτως σφοδροτέρας; ἢ πάμπαν ἀπολείπει ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται; ναί, πάμπαν ἀπολείπει. οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ τότε ὅτε νέος ἦν παῖς; τί μήν; ἥκιστα δὴ τότʼ ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.ἥκιστα. ἆρʼ οὖν πονηρότατος, φαμέν, ὁ τοιοῦτος; πολύ γε. οὐ μόνον ἄρʼ, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γίγνοιτʼ ἄν, ἀλλὰ καὶ ὁ μεθυσθείς. ἄριστα εἶπες, ὦ ξένε. τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθʼ ὅστις λόγος ἐπιχειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ σθένει κατὰ τὸ δυνατόν; ἔοικʼ εἶναι· σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ λέγειν. ἀληθῆ μέντοι μνημονεύεις· καὶ νῦν γʼ εἴμʼ ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον ἀκούειν. πῶς δʼ οὐκ ἀκουσόμεθα; κἂν εἰ μηδενὸς ἄλλου χάριν, ἀλλὰ τοῦ θαυμαστοῦ τε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν. ψυχῆς λέγεις· ἦ γάρ; ναί. τί δέ; σώματος, ὦ ἑταῖρε, εἰς πονηρίαν, λεπτότητά τε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις ἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται; πῶς γὰρ οὔ; τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετʼ ὀλίγον ὕστερον καὶ ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διὰ τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο; ἢ τοὺς ἐπὶ τὰ γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ παραχρῆμα γίγνονται; πάντα ταῦτα ἴσμεν. καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες πορεύονται; κάλλιστα. οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι διανοεῖσθαι τὸν αὐτὸν τρόπον; πάνυ γε. καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι. πῶς δʼ οὔ; ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ τῷ τὴν μὲν μετʼ ἀλγηδόνων εἶναι, τὴν δὲ μή. ὀρθῶς λέγεις, θαυμάζοιμι δʼ ἂν εἴ τι δυναίμεθα τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν. τοῦτʼ αὐτὸ δὴ νῦν, ὡς ἔοιχʼ, ἡμῖν ἤδη πειρατέον φράζειν. καί μοι λέγε· δύο φόβων εἴδη σχεδὸν ἐναντία δυνάμεθα κατανοῆσαι; ποῖα δή; τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προσδοκῶντες γενήσεσθαι. ναί.φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξάζεσθαι κακοί, πράττοντες ἢ λέγοντές τι τῶν μὴ καλῶν· ὃν δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες, αἰσχύνην. τί δʼ οὔ; τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ὁ ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δʼ ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς. ὀρθότατα λέγεις. ἆρʼ οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν; ὀρθῶς λέγεις. οὐκοῦν τά τʼ ἄλλα πολλὰ καὶ μεγάλα ὁ φόβος ἡμᾶς οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων, φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς. ἔστι ταῦτα. ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν ἕκαστον· ὧν δʼ ἑκάτερον ἕνεκα, διῃρήμεθα. πάνυ μὲν οὖν. καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου, τοιοῦτον ἀπεργαζόμεθα. φαινόμεθα. τί δʼ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ δίκης; ἆρʼ οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσγυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς ἡδοναῖς; ἢ τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ νικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν, ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων ὁστισοῦν οὐδʼ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προτρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς καὶ ἐν σπουδαῖς, ἀλλʼ ἀπαθὴς ὢν πάντων τῶν τοιούτων; οὔκουν τόν γʼ εἰκότα λόγον ἂν ἔχοι. τί οὖν;φόβου φάρμακον ἔσθʼ ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθʼ ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ πάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι. καὶ τί τοιοῦτον φαῖμεν ἄν, ὦ ξένε, ἐν ἀνθρώποις γεγονέναι πῶμα; οὐδέν· εἰ δʼ οὖν ἐγένετό ποθεν, ἔσθʼ ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· φέρε, ὦ νομοθέτα, εἴτε Κρησὶν εἴθʼ οἱστισινοῦν νομοθετεῖς, πρῶτον μὲν τῶν πολιτῶν ἆρʼ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας; φαίη που πᾶς ἂν δῆλον ὅτι. τί δέ; μετʼ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων ἢ μετὰ τῶν ἐναντίων; καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς. χρῷο δʼ ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; ἢ τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι; καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε; γυμνασία γοῦν, ὦ φίλε, παρὰ τὰ νῦν θαυμαστὴ ῥᾳστώνης ἂν εἴη καθʼ ἕνα καὶ κατʼ ὀλίγους καὶ καθʼ ὁπόσους τις ἀεὶ βούλοιτο·