δύο γὰρ αὗται πηγαὶ μεθεῖνται φύσει ῥεῖν, ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ, καὶ πόλις ὁμοίως καὶ ἰδιώτης καὶ ζῷον ἅπαν, ὁ δʼ ἀνεπιστημόνως ἅμα καὶ ἐκτὸς τῶν καιρῶν τἀναντία ἂν ἐκείνῳ ζῴη.λέγεται μὲν ταῦτα, ὦ ξένε, καλῶς πως· οὐ μὴν ἀλλʼ ἀφασία γʼ ἡμᾶς λαμβάνει τί ποτε χρὴ λέγειν πρὸς ταῦτα, ὅμως δʼ ἔμοιγε ὀρθῶς δοκεῖ τὸ τὰς ἡδονὰς φεύγειν διακελεύεσθαι τόν γε ἐν Λακεδαίμονι νομοθέτην, περὶ δὲ τῶν ἐν Κνωσῷ νόμων ὅδε, ἂν ἐθέλῃ, βοηθήσει. τὰ δʼ ἐν Σπάρτῃ κάλλιστʼ ἀνθρώπων δοκεῖ μοι κεῖσθαι τὰ περὶ τὰς ἡδονάς· οὗ γὰρ μάλιστʼ ἄνθρωποι καὶ μεγίσταις προσπίπτουσιν ἡδοναῖς καὶ ὕβρεσι καὶ ἀνοίᾳ πάσῃ, τοῦτʼ ἐξέβαλεν ὁ νόμος ἡμῶν ἐκ τῆς χώρας συμπάσης, καὶ οὔτʼ ἂν ἐπʼ ἀγρῶν ἴδοις, οὔτʼ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει, συμπόσια οὐδʼ ὁπόσα τούτοις συνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν, οὐδʼ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη, καὶ οὐδʼ ἂν Διονύσια πρόφασιν ἔχοντʼ αὐτὸν λύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδόν ποτε παρʼ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν ἐθεασάμην τὴν πόλιν περὶ τὰ Διονύσια μεθύουσαν· παρʼ ἡμῖν δʼ οὐκ ἔστʼ οὐδὲν τοιοῦτον. ὦ Λακεδαιμόνιε ξένε, ἐπαινετὰ μὲν πάντʼ ἐστὶν τὰ τοιαῦτα, ὅπου τινὲς ἔνεισιν καρτερήσεις, ὅπου δὲ ἀνεῖνται, βλακικώτερα· ταχὺ γάρ σου λάβοιτʼ ἄν τις τῶν παρʼ ἡμῶν ἀμυνόμενος, δεικνὺς τὴν τῶν γυναικῶν παρʼ ὑμῖν ἄνεσιν. ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρʼ ἡμῖν καὶ παρʼ ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς ἔχειν ἀλλʼ ὀρθῶς· πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι ξένῳ, τὴν παρʼ αὐτοῖς ἀήθειαν ὁρῶντι, μὴ θαύμαζε, ὦ ξένε· νόμος ἔσθʼ ἡμῖν οὗτος, ἴσως δʼ ὑμῖν περὶ αὐτῶν τούτων ἕτερος. ἡμῖν δʼ ἐστὶ νῦν, ὦ φίλοι ἄνδρες, οὐ περὶ τῶν ἀνθρώπων τῶν ἄλλων ὁ λόγος, ἀλλὰ περὶ τῶν νομοθετῶν αὐτῶν κακίας τε καὶ ἀρετῆς. ἔτι γὰρ οὖν εἴπωμεν πλείω περὶ ἁπάσης μέθης· οὐ γὰρ σμικρόν ἐστιν τὸ ἐπιτήδευμα οὐδὲ φαύλου διαγνῶναι νομοθέτου.λέγω δʼ οὐκ οἴνου περὶ πόσεως τὸ παράπαν ἢ μή, μέθης δὲ αὐτῆς πέρι, πότερον ὥσπερ Σκύθαι χρῶνται καὶ Πέρσαι χρηστέον, καὶ ἔτι Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ σύμπαντα ὄντα ταῦτα γένη, ἢ καθάπερ ὑμεῖς· ὑμεῖς μὲν γάρ, ὅπερ λέγεις, τὸ παράπαν ἀπέχεσθε, Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι, καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων.ὦ λῷστε, διώκομεν δέ γε ἡμεῖς πάντας τούτους, ὅταν ὅπλα εἰς τὰς χεῖρας λάβωμεν. ὦ ἄριστε, μὴ λέγε ταῦτα· πολλαὶ γὰρ δὴ φυγαὶ καὶ διώξεις ἀτέκμαρτοι γεγόνασίν τε καὶ ἔσονται, διὸ φανερὸν ὅρον τοῦτον οὐκ ἄν ποτε λέγοιμεν, ἀλλὰ ἀμφισβητήσιμον, περὶ καλῶν ἐπιτηδευμάτων καὶ μή, νίκην τε καὶ ἧτταν λέγοντες μάχης. ἐπειδὴ γὰρ αἱ μείζους τὰς ἐλάττους πόλεις νικῶσιν μαχόμεναι καὶ καταδουλοῦνται, Συρακόσιοι μὲν Λοκρούς, οἳ δὴ δοκοῦσιν εὐνομώτατοι τῶν περὶ ἐκεῖνον τὸν τόπον γεγονέναι, Κείους δὲ Ἀθηναῖοι· μυρία δὲ ἄλλα τοιαῦτʼ ἂν εὕροιμεν. ἀλλὰ περὶ αὐτοῦ ἑκάστου ἐπιτηδεύματος πειρώμεθα λέγοντες πείθειν ἡμᾶς αὐτούς, νίκας δὲ καὶ ἥττας ἐκτὸς λόγου τὰ νῦν θῶμεν, λέγωμεν δʼ ὡς τὸ μὲν τοιόνδʼ ἐστὶν καλόν, τὸ δὲ τοιόνδε οὐ καλόν. πρῶτον δʼ ἀκούσατέ τί μου, περὶ αὐτῶν τούτων ὡς δεῖ τό τε χρηστὸν καὶ τὸ μὴ σκοπεῖν. πῶς οὖν δὴ λέγεις; δοκοῦσί μοι πάντες οἱ λόγῳ τι λαβόντες ἐπιτήδευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἢ ἐπαινεῖν εὐθὺς ῥηθέν, οὐδαμῶς δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἷον εἰ δή τις, ἐπαινέσαντός τινος πυροὺς βρῶμα ὡς ἀγαθόν, εὐθὺς ψέγοι, μὴ διαπυθόμενος αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθʼ ὧν καὶ ὅπως ἔχοντα καὶ ὅπως προσφέρειν ἔχουσιν. νῦν δὴ ταὐτόν μοι δοκοῦμεν ἡμεῖς ἐν τοῖς λόγοις ποιεῖν· περὶ μέθης γὰρ ἀκούσαντες τοσοῦτον μόνον, εὐθὺς οἱ μὲν ψέγειν αὐτό, οἱ δʼ ἐπαινεῖν, καὶ μάλα ἀτόπως. μάρτυσιν γὰρ καὶ ἐπαινέταις χρώμενοι ἐπαινοῦμεν ἑκάτεροι, καὶ οἱ μέν, ὅτι πολλοὺς παρεχόμεθα, ἀξιοῦμέν τι λέγειν κύριον, οἱ δέ, ὅτι τοὺς μὴ χρωμένους αὐτῷ ὁρῶμεν νικῶντας μαχομένους· ἀμφισβητεῖται δʼ αὖ καὶ τοῦτο ἡμῖν.εἰ μὲν δὴ καὶ περὶ ἑκάστων οὕτω καὶ τῶν ἄλλων νομίμων διέξιμεν, οὐκ ἂν ἔμοιγε κατὰ νοῦν εἴη, τρόπον δὲ ἄλλον, ὃν ἐμοὶ φαίνεται δεῖν, ἐθέλω λέγειν περὶ αὐτοῦ τούτου, τῆς μέθης, πειρώμενος ἂν ἄρα δύνωμαι τὴν περὶ ἁπάντων τῶν τοιούτων ὀρθὴν μέθοδον ἡμῖν δηλοῦν, ἐπειδὴ καὶ μυρία ἐπὶ μυρίοις ἔθνη περὶ αὐτῶν ἀμφισβητοῦντα ὑμῖν πόλεσι δυοῖν τῷ λόγῳ διαμάχοιτʼ ἄν.καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων, οὐκ ἀποκνητέον ἀκούειν. σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν; καὶ πῶς; χρηστὸς δὲ ἄρχων ἔσθʼ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντʼ οὖν ναυτιᾷ ἄντε μή, ἢ πῶς ἂν λέγοιμεν; οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος ὃ λέγεις. τί δʼ ἄρχων στρατοπέδων; ἆρʼ ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ; καὶ πῶς; ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ; παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν. τί δʼ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ πέφυκέν τε ἄρχων εἶναι μετʼ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτʼ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετʼ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι; πῶς δʼ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων; ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι; καὶ σφόδρα γε. ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν—οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον—ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δʼ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθʼ ὡς εἰπεῖν διημαρτημένα.