οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία; πῶς γὰρ οὔ; οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς; οὐδʼ ὁπωστιοῦν. τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται; ἥκιστά γε. θαυμάσιον γὰρ οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ; σφόδρα γε. ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει; φημί. οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως; ναί. καὶ τάχος καὶ βραδυτῆτα; πάνυ γε. ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου; πάντως δήπου. ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου. ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ. ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν. ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ λέγω. μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί; φημί. οὐκοῦν καὶ τὸ διψῆν; σφόδρα γε. πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι; ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα. εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι; ἔγωγε. οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν; ναί. τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή; ναί. οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις; μάλιστα. διψῶντά γε. φημί. λυπούμενον; ναί. αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ; ἔστιν. ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.