ἀνάγκη. τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα; παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες. ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας; παρὰ τοὺς δικαστὰς λέγεις; οὐκοῦν δίκην δώσοντας; φημί. ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες; δῆλον δή. χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας. φαίνεται. τί οὖν τούτων κάλλιστόν ἐστιν ὧν λέγεις; τίνων λέγεις; χρηματιστικῆς, ἰατρικῆς, δίκης. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη. οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν; ναί. ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι; οὐκ ἔμοιγε δοκεῖ. ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ; ναί. μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι. πῶς γὰρ οὔ; ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν; δῆλον ὅτι μηδὲ κάμνων. οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις. ἔστι ταῦτα. τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ; φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος. οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας; ἦν γάρ. σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη. ναί. εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο μέγιστον τῶν κακῶν ἐφάνη. δῆλον δή. δεύτερος δέ που ὁ ἀπαλλαττόμενος. ἔοικεν. οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς. ναί. κάκιστα ἄρα ζῇ ὁ ἔχων ἀδικίαν καὶ μὴ ἀπαλλαττόμενος. φαίνεται.