ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος; ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς. πυνθάνου δή. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; ὥσπερ ἂν εἰ εἰπόντα—σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,ἠρόμεθα τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά; οὔκ, ἀλλὰ τοῦτο. τί δὲ εἰ εἶπε—σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,εἰ ἠρόμεθα· τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων; ναί. τί δʼ εἰ—σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳεἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη; ναί. ἐπειδὴ δὲ εἶπε—σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη; τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα; ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε. ἀλλὰ βούλει ἐγώ σοι εἴπω; εἰ σὺ βούλει. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα; ἔγωγε. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει; πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με. τί δέ;οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;