φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ; ἐμοὶ γοῦν δοκεῖ. τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν; οὐ μανθάνω. καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου; οὐ δῆτα. οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον; ναί. καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως; ναί. ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα; οὐ πάνυ μανθάνω, ὦ Σώκρατες. τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος; ἔγωγε. ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν; ναί. τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ; σκυτική. σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα; ναί. ἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν; ἐκείνῃ. βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα; ἔμοιγε δοκεῖ. αὕτη δʼ οὐ γυμναστική; μάλιστα. γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός; πάνυ γε. καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός; ναί. καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς ἄλλαις τῶν τοῦ σώματος; παντάπασι μὲν οὖν. ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ. φαίνεται. οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ. οὐδαμῶς. οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ. οὐ φαίνεται. φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν; οὐκ ἔχω λέγειν. ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς; ἀληθῆ λέγεις. ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα; ἀδύνατον. οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον. ἀληθῆ. τί δέ;τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτʼ ἐσμὲν αὐτοί;