καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; τοὺς φρονίμους. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός; ναί. ὃ δὲ ἄφρων, πονηρός; πῶς γὰρ οὔ; ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; πάνυ γε. ἀγαθὸς ἄρʼ εἰς αὐτά; ἀγαθός. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; ναί. κακὸς ἄρα εἰς τοῦτο; ναί. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. φαίνεται. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; οὐ δῆτα. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. οὐ δήπου ἵππων γε; οὐ δῆτα. ἀλλʼ ἀνθρώπων; ναί. ἆρα καμνόντων; οὔ. ἀλλὰ πλεόντων; οὔ φημι. ἀλλὰ θεριζόντων; οὔ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων; ποιούντων λέγω. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; ναί. ἆρα κελευστῶν χρωμένων ἐρέταις; οὐ δῆτα. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; ναί. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; οὐ δῆτα. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ; πάνυ γε. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν; κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; κυβερνητική. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; οὐ δῆτα. ἀλλʼ εὐβουλία;