οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον. ἔμοιγε δοκεῖ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν; ναί. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν. οὐ φαίνεται. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει; ναί. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες; πῶς γὰρ οὔ; οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν; μάλιστα. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; ναί. τὸ εὖ ἄρα πράττειν ἀγαθόν; πῶς δʼ οὔ; οὐκοῦν καλὸν ἡ εὐπραγία; ναί. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν. φαίνεται. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου. ἀνάγκη. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ; συμφέρει. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν; οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά; ναί. τὰ δὲ ἀγαθὰ συμφέρειν; ναί. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν. ἔοικεν. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν; φαίνομαι, ὡς ἔοικα. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα; ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν; πάνυ γε.οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;