ἆρʼ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται, πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς; οὕτως. οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον; ἀληθέστατα. τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει; καὶ πῶς; περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν; οἶμαι μὲν οὐδαμῶς. οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα. οὔκουν εἰκός γε. τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ. τὸ ποῖον; ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ δεύτερος ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον. ἀληθέστατα λέγεις. τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν; εἰκός γε. οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα; ναί. ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι. πάνυ μὲν οὖν. καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα. τί μήν, ὦ Σώκρατες; εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι. καὶ μάλα.τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον; τί μήν; οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι; τὰ ποῖα;