τί οὖν προελώμεθα; τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος. πάνυ μὲν οὖν. πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη; δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν. ὀρθῶς. ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον; ὀρθότατά γε. σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς. ὀρθότατα μὲν οὖν. τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν. σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν. τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν. τί δή; διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν, ὦ Πρώταρχε φίλε. λέγε καὶ ἐρώτα μόνον. ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου. πῶς τούτω καὶ τίνε λέγεις; τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου. λέγʼ ἔτι σαφέστερον. παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν. σφόδρα γε. τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι. τὸ τρίτον ἔτʼ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις. οὐδέν τι ποικίλον, ὦ Πρώταρχε· ἀλλʼ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται. μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.