πώματος, ἢ πληρώσεως πώματος; οἶμαι μὲν πληρώσεως. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι. σαφέστατά γε. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν; καὶ πῶς; ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν. πῶς γὰρ οὔ; οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως. ναί. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο. ἀναγκαῖον. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που. ναί. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο; σχεδὸν οὐδενί. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων; τὸ ποῖον; σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι. πῶς; ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν. καὶ μάλα. ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων. πάνυ γε. τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν. ὀρθότατα. διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ. ἀληθέστατα. ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς. ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις; ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς. ἔστι ταῦτα. τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται; πῶς ἐν μέσῳ;