τί ποτʼ αὖ νῦν οὕτως εἰρήκαμεν τό τε ταὐτὸν καὶ θάτερον; πότερα δύο γένη τινὲ αὐτώ, τῶν μὲν τριῶν ἄλλω, συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε ἀλλʼ οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν σκεπτέον, ἢ τό τε ταὐτὸν τοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς; ἴσως. ἀλλʼ οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθʼ ἕτερον οὔτε ταὐτόν ἐστι. πῶς; ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι. τί δή; κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται· περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ φύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου. κομιδῇ γε. μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου. ναί. μὴ τοίνυν λέγωμεν κίνησίν γʼ εἶναι ταὐτὸν ἢ θάτερον, μηδʼ αὖ στάσιν. μὴ γάρ. ἀλλʼ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν; ἴσως. ἀλλʼ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον. ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι. σχεδόν. τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν; πάνυ μὲν οὖν. τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; ἢ τοῦτο καὶ τὸ ὂν ὡς δύʼ ἄττα ὀνόματα ἐφʼ ἑνὶ γένει διανοεῖσθαι δεῖ; τάχʼ ἄν. ἀλλʼ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθʼ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι. τί δʼ οὔ; τὸ δέ γʼ ἕτερον ἀεὶ πρὸς ἕτερον· ἦ γάρ; οὕτως. οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην· ἀλλʼ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον· νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι. λέγεις καθάπερ ἔχει. πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς εἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα. ναί.καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν· ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου. κομιδῇ μὲν οὖν. ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθʼ ἓν ἀναλαμβάνοντες. πῶς; πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως. ἢ πῶς λέγομεν; οὕτως. οὐ στάσις ἄρʼ ἐστίν. οὐδαμῶς.