ἀλλʼ, ὦ φίλοι, φήσομεν, κἂν οὕτω τὰ δύο λέγοιτʼ ἂν σαφέστατα ἕν. ὀρθότατα εἴρηκας. ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δʼ ἠπορήκαμεν. διδάσκετε οὖν πρῶτον τοῦτʼ αὐτὸ ἡμᾶς, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρʼ ὑμῶν, τὸ δὲ τούτου γίγνηται πᾶν τοὐναντίον. ταῦτα δὴ λέγοντές τε καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, ὦ παῖ, τὶ πλημμελήσομεν; ἥκιστά γε. τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρʼ οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν; πῶς γὰρ οὔ; τόδε τοίνυν ἀποκρινέσθων. ἕν πού φατε μόνον εἶναι; — φαμὲν γάρ, φήσουσιν. ἦ γάρ; ναί. τί δέ; ὂν καλεῖτέ τι; ναί. πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, ἢ πῶς; τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτʼ, ὦ ξένε, ἀπόκρισις; δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι. πῶς; τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που. πῶς δʼ οὔ; καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον. πῇ; τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε. ναί. καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν. οὕτως. καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ τοῦ ὀνόματος αὖ τὸ ἓν ὄν. ἀνάγκη. τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν φήσουσι τούτῳ; πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν; εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει,πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,μεσσόθεν ἰσοπαλὲς πάντῃ·τὸ γὰρ οὔτε τι μεῖζονοὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ,τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; οὕτως.