νῦν δέ γʼ, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει ἢ οὔ. δοκεῖ μοι. ἦ οὖν ζωγραφικὸς Θεόδωρος; οὔχ, ὅσον γέ με εἰδέναι. ἆρʼ οὐδὲ γεωμετρικός; πάντως δήπου, ὦ Σώκρατες. ἦ καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται; ἔμοιγε δοκεῖ. εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν. ἴσως οὔ. τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρʼ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι; πάνυ μὲν οὖν, ὦ Σώκρατες. ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι· ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή. εὖ ἂν ἔχοι, ὦ Σώκρατες· ἀλλʼ ὅρα μὴ παίζων ἔλεγεν. οὐχ οὗτος ὁ τρόπος Θεοδώρου· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν—πάντως γὰρ οὐδεὶς ἐπισκήψετʼ αὐτῷ—ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ. ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ. λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα; ἔγωγε. καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς; προθυμοῦμαί γε δή. καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλʼ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε· ἆρʼ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις; πῶς γὰρ οὔ; σοφίᾳ δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί. ναί. τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης; τὸ ποῖον; ἡ σοφία. ἢ οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί; τί μήν; ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία; ναί.