ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— ἅλιον γὰρ καλοῦσιν οἱ Δωριῆς— ἅλιος οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δʼ ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δʼ ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς· τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν. τί δὲ ἡ σελήνη; τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν. τί δή; ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν, ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς. πῶς δή; τὸ μέν που σέλας καὶ τὸ φῶς ταὐτόν. ναί. νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν· κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός. πάνυ γε. Σελαναίαν δέ γε καλοῦσιν αὐτὴν πολλοί. πάνυ γε. ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, Σελαενονεοάεια μὲν δικαιότατʼ ἂν τῶν ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ Σελαναία κέκληται. διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις; ὁ μὲν μεὶς ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν μείης ὀρθῶς κεκλημένος, τὰ δʼ ἄστρα ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. ἡ δὲ ἀστραπή, ὅτι τὰ ὦπα ἀναστρέφει, ἀναστρωπὴ ἂν εἴη, νῦν δὲ ἀστραπὴ καλλωπισθεῖσα κέκληται. τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ; τὸ πῦρ ἀπορῶ· καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ. τίνα δή; ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι· ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται; μὰ Δίʼ οὐκ ἔγωγε. σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν. τί οὖν δή; εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατʼ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.εἰκότως γε.