ἔστι ταῦτα. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν; τρύπανον. τί δὲ ᾧ κερκίζειν; κερκίς. τί δὲ ᾧ ὀνομάζειν; ὄνομα. εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα. πάνυ γε. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν; ναί. κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν; ναί. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων; πάνυ γε. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν; οὐκ ἔχω λέγειν. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει; πάνυ γε. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος. ναί. ὑφαντικὸν δέ γε ἡ κερκίς; πῶς δʼ οὔ; ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς. ναί. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται; τῷ τοῦ τέκτονος. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων; ὁ τὴν τέχνην. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται; τῷ τοῦ χαλκέως. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων; ὁ τὴν τέχνην. εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται; οὐδὲ τοῦτʼ ἔχω. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα; οὐ δῆτα. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι εἶναι ὁ παραδιδοὺς αὐτά; ἔοικεν. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται; δοκεῖ μοι. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων; ὁ τὴν τέχνην.