ἀλλʼ ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δʼ αὖ πάλιν ἐφʼ ἑτέρου ζῴου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτʼ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου μὲν αὐτῶν καταπίνειν οἷόν τʼ ἐστίν, ἀλλὰ χεῖρον ἢ διʼ ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτʼ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται Ῥαδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, μόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνόν τʼ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον. ἀλλʼ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὔθʼ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δʼ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόμενον οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν· ὅτι γὰρ μὴ διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ μὴν εἴθʼ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω.ἀλλʼ ἡμεῖς γε πάντας τοὺς λογισμοὺς εἰπόντες τούς τʼ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δʼ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δʼ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δʼ ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.οὔκουν ἔτʼ ἀπορήσομεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτʼ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα τὸ μὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθʼ Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον. ἐπεὶ δʼ οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδʼ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μέν τι νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως, διὰ τοῦθʼ, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτʼ ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους. ὅτι δʼ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρόν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν διʼ ἀμαθίαν ἀλλʼ οὐδʼ ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ Ῥᾳθυμίαν, οὔτʼ, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα. χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δʼ ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δʼ ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι λόγους· εἶεν δʼ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δʼ ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττόν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.