πῶς δʼ ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; ποτερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς μονῆς ὁ χρόνος ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατʼ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτʼ οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δʼ ἅπαξ ἐμπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδʼ ὁ βραχὺς ἱκανός· εἰ δʼ οὗτος αὐτάρκης, πῶς οὐ πολὺ μᾶλλον ὁ μακρός; ἆρʼ οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τινʼ ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μέν, οὐ μὴν τήν γʼ οἰκείαν τῷ τοῦ ζῴου σώματι; μακρῷ τοῦτʼ ἀδυνατώτερόν ἐστι. καὶ μὴν οὐκ ἄλλο γʼ ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτʼ ἔστι καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν. καὶ γελοῖος μὲν Ἀσκληπιάδης οὔτʼ ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτʼ ἐν τοῖς ἐμέτοις οὔτʼ ἐν ταῖς ἀνατομαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δʼ οὕτως ἐστὶν εὐήθης, ὥστʼ, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου--χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι--γιγνομένου κατὰ τὴν κοιλίαν ἢ τοῦ μέλιτος μελιτωδεστέρου.πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην. ἐχρῆν δʼ αὐτόν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν καὶ πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδʼ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δʼ, εἴπερ μὴ οἷός τʼ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ μηδὲ τοῦτʼ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ διʼ ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτʼ ἐτόλμα διαβάλλειν, ἀλλʼ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλοὺς ἔν τʼ ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος. ἀλλʼ, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλʼ Ἐρασίστρατος οὔτε τούτοις οὔτʼ ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδʼ ἄχρι τοσούτου. τί γάρ φησιν; "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι." καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι μέχρι τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαμένων, ὁ δʼ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίνος δʼ ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος μὲν οὐδʼ ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δʼ ἐροῦμεν. ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν· ὁ δʼ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουμένων ὀργάνων ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπʼ αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφʼ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντʼ ὄψει κατὰ τὰς ἶνας κινούμενα καὶ διὰ τοῦθʼ ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθʼ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ μόνον, ἕλκουσι δʼ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δʼ ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς μυσὶν ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπʼ αὐτῶν κοιλότητος, τῶν δʼ εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομένων οὐκ ἐνδέχεται μὴ οὐ συναιρεῖσθαι τὸ μῆκος.