ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτʼ, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλʼ εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, ἢ εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τʼ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν. οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα καὶ οἷον μῖσός τι τῆς ἀλλοτρίας. ἀλλʼ ἐφιέμενα μὲν ἕλκειν εὔλογον, ἀποστρεφόμενα δʼ ἐκκρίνειν. κἀκ τούτων πάλιν ἥ θʼ ἑλκτικὴ δύναμις ἀποδείκνυται καθʼ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική. ἀλλʼ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι διʼ αὐτὸ τὸ ἕλκειν, ἀλλʼ ἵνʼ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται μὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας. ἀλλʼ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδʼ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.ἀλλʼ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου μεταλαμβάνειν· ὥσθʼ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δʼ ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας· οὐδὲ γὰρ ἐνδέχεται δύο σώματα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ οὐκ ἤτοι πάσχειν θʼ ἅμα καὶ δρᾶν ἢ θάτερον μὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δʼ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον· ὥστε δράσει μέγα μέν τι καὶ αἰσθητόν, αὐτὸ δʼ ἤτοι σμικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλʼ ἐν τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου τροφή· τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ δὲ κρατεῖται. οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ μὴν καὶ κρατεῖσθαί γʼ ὁμοίως πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δʼ ἦν ἀλλοιοῦσθαι. ἀλλʼ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δʼ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα· κρατήσει δʼ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα· πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δʼ ἢ κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δʼ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δʼ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταμεινάντων διʼ ὅλης νυκτός·οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλʼ ὄζει μὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν· ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γάρ τοι φλέγμα τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆμα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ μὲν εὐθέως ἀποκτείνει, τὰ δʼ ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει μεγάλως. ἀλλὰ τὰ μεμασημένα σιτία πρῶτον μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλʼ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. μὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δʼ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας τε καὶ διὰ παντὸς κινουμένας, ἐφʼ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων. πῶς δʼ ἂν ἠδύνατο Ῥᾳδίως αἱματοῦσθαι μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαμος ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τινʼ ἑτέραν ἀλλοίωσιν ἐδέξατο;