ἀλλὰ καὶ τὸ τὰ πόματʼ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε Ῥοφήματʼ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δʼ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως. οὐ μόνον δʼ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτʼ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτʼ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων· ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα. καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθʼ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλʼ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δʼ αὐτοῦ τὰ σιτία Ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθʼ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτʼ ἔνεστιν ἐπὶ ζῴου θεάσασθαι στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου.καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ μηδὲν μήπω κάτω παρέρχοιτο πεττομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδʼ οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται· θεάσῃ γὰρ ἐπʼ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλμένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, οἷόνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην οὔτε τὴν ἑτέραν· ἀλλʼ εἴτʼ ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς εἴτε πολύ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον. Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως. ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δʼ οὐχ ἁπλῶς, ἀλλʼ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν. ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.ἅπαντʼ οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθʼ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτʼ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριμύτητι δηχθεῖσαν, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάμεως καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δʼ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατʼ ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δʼ ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.