καὶ γάρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῷ κυουμένῳ πανταχόθεν, ὥστʼ εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, ταῖς κυούσαις δʼ αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας καὶ μάλιστα κατʼ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἂν ἡ τῆς γονῆς σύλληψις γένηται, κινουμένων τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις γίγνεται καὶ ἢν ἄμφω ταῦτα συμβῇ, μῦσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴσθησιν δὲ τῆς κατὰ τὰς μήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι. ταῦτα δʼ οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν ἡμῖν αὐτοῖς, ἀλλʼ ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλος μέν γε καὶ ὡς οὐδὲ πυρῆνα μήλης ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φοράς, οὐκ ὤκνησε γράφειν· συνομολογοῦσι δʼ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι καὶ πρῶτός γʼ ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφήνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλʼ ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον. ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δʼ ὁ πυθμὴν ἅπας ὅσον οἷόν τʼ ἐγγυτάτω τοῦ στόματος ἀπωθούμενος ἔξω τὸ ἔμβρυον, ἅμα δʼ αὐτῷ καὶ τὰ συνεχῆ μέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαμβανόμενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον.καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀμέτρως χρησαμέναις τῇ τοιαύτῃ δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ μάλισθʼ, ὅταν οἱ πρὸς τὴν Ῥάχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες. ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδʼ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλʼ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτʼ ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δʼ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δʼ ἤδη τοῦτο τὸ ἔργον, ὃ παρʼ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατʼ ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συνεργοῦσιν.οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες δʼ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθʼ εὐρυχωρίαν τινʼ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτʼ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν. εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπʼ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλὰ καὶ τοῦ πόματος· οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτʼ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι πάμπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλʼ ὅμως ἅπαντες οὗτοι Ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δέ γʼ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν.