οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν ἀλλʼ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι. ηὐξάμην οὖν κἀνταῦθʼ ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον, εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σμικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι. καίτοι "Δυσεντερίη," φησί που Ἱπποκράτης, "ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον," οὐ μὴν ἥ γʼ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχομένη πάντως ὀλέθριος, ἀλλʼ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριμυτέρα τὴν δύναμιν ἡ μέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρʼ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ Ἱπποκράτους γραμμάτων ὁ Ἐρασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵνʼ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυμῶν ἐπίσκεψιν, ἢ γιγνώσκει μέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν μηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι μηδʼ ἀσχημονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον μάτην ἡγούμενον κατεσκευάσθαι. καὶ μὴν οὐχ Ἱπποκράτης μόνον ἢ Πλάτων, οὐδέν τι χείρους Ἐρασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷμα καὶ τοῦτʼ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ μυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάμενος ὑπερφρονεῖν ὁ γενναῖος Ἐρασίστρατος οὔτʼ ἀντεῖπεν οὔθʼ ὅλως τῆς δόξης αὐτῶν ἐμνημόνευσε. καὶ μὴν ὅσοις γε τὸ σῶμα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν Ἱπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁρμώμενοι πάντες ὁμολογοῦσιν ἰατροί. καὶ ὅσοις γʼ αὖ μέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυμα τὰ σώματα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁμολογοῦσιν ἰατροί.καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι μελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ μέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν μελαγχολικὸν χυμόν, ἀκάθαρτον μὲν τὸ αἷμα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶμα. πότε δʼ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείμενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος μελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναμιν ἔχοντι σύμφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ μελάντερον γίγνεσθαι τὸ αἷμα. ταῦτʼ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλʼ ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἤλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτʼ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτʼ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλʼ ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φυσεις, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δʼ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δʼ, ὅτι καὶ μελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα. τί δʼ ἂν εἴη λεῖπον ἄλλο γʼ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ συμβαίνειν. ἐναργέστερον δʼ ἂν γνωσθείη διὰ παραδείγματος. οἶνον δή μοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιμμένον ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ τῆς ἐν αὐτῷ θερμασίας·ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν δύο γεννώμενα περιττώματα τὸ μὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δʼ ἑτέρῳ τὴν μέλαιναν εἰκάζων οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ μὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνομάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δʼ αὖ μέλαινα κακοηθέστερα μὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνομα δʼ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυμῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριμὺς ὁμοίως ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶμα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατʼ αὐτῆς ἐκχυθείη, καί τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυμοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω μέλανα καλεῖν χυμόν, οὐ μέλαιναν χολήν, τὸ δʼ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δʼ ἀληθὲς ὧδʼ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵματος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δʼ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δʼ ἂν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελή, ξανθὴ γενόμενον χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται.