λεπτὸν δʼ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ Ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅμοιον λεκίθοις. τοῦτο μὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρημένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ μέλανος χυμοῦ τὸ μὲν μήπω τὴν οἷον ζέσιν τε καὶ ζύμωσιν τῆς γῆς ἐργαζόμενον κατὰ φύσιν ἐστί, τὸ δʼ εἰς τοιαύτην μεθιστάμενον ἰδέαν τε καὶ δύναμιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερμοῦ προσειληφὸς δριμύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυμένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερμὸν γάρ τι χρῆμα αὕτη γʼ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δʼ ἑτέρᾳ τῇ μήπω κεκαυμένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωμένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουμένῃ κεραμίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θʼ ἅμα καὶ ψύχειν πέφυκεν. εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθʼ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δʼ ἄλλα τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δʼ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δʼ οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλʼ οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δʼ εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπεο εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶμα, βλάβην ἄν τινʼ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δʼ ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται.δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου μορίοις παχύτητός τινος τὸ αἷμα καθάπερ οἶμαι καὶ τῶν ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διερχώμεθα· δεῖται δʼ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ τοῦ μήπω πυρώδους ἐσχάτως γεγενημένου τὸ αἷμα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, διʼ ἐκείνων εἰρήσεται. φλέγματος δʼ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλʼ ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δʼ ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλʼ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτʼ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα διʼ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνημάτων. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα χρήσιμον ὑπάρχον τοῖς ζῴοις, οὐδεμιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ μέν τι χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δʼ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δʼ ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δʼ ἁλμυρὸν διασεσῆφθαι. τελείαν δʼ ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδʼ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυμός, εἰ καὶ ταύτην διεπεφεύγει.ταῦτʼ ἀρκεῖν μοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματʼ εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι καὶ Ἀριστοτέλει καὶ Πραξαγόρόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρημένων· οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον δὲ μόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορμήσει τε τοὺς ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁμιλῆσαι γράμμασι καὶ τὴν εἰς τὸ Ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ διʼ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵματος, ἑνδέκατος γὰρ ἂν εἴη χυμὸς αὐτὸ τὸ αἷμα, τῆς Ἱπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλʼ εἰς εἴδη τινὰ καὶ διαφορὰς τέμνει τοὺς ὑπʼ ἐκείνου πρώτου πάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρημένους χυμούς. ἐπαινεῖν μὲν οὖν χρὴ τούς τʼ ἐξηγησαμένους τὰ καλῶς εἰρημένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· μέμφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους, ὥστʼ ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκόντας παραλιπόντας, ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν χυμῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θʼ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἀλλʼ οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δʼ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.