εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλʼ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατʼ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δʼ ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τινʼ ὑπάρχειν ἰδιότητα, καθʼ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθʼ ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστʼ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατʼ οὐδὲν τοῦτο τῷ βουβῶνι. καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω, παρὸν ἐπʼ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλʼ ὅτι μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁμολογεῖ καὶ αὐτὸς καὶ τήν γʼ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας. ἀλλʼ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων· καὶ μὴν οὐκ ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν τῆς θερμασίας, τὴν δʼ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας μὴ γίγνεσθαι.οὐδὲ γὰρ διʼ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων ἀλλʼ ἢ διὰ τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης γίγνεσθαι. ὅτι μὲν οὖν καὶ κατʼ αὐτὸν τὸν Ἐρασίστρατον ἡ εὐκρασία τοῦ θερμοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναμένοις ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. τούτου δʼ ὑπάρχοντος ἡμῖν οὐδὲν ἔτι χαλεπὸν ἐφʼ ἑκάστης ἐνεργείας τῇ μὲν εὐκρασία τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθʼ οὕτως ἔχει, τὸ μὲν αἷμα τῆς συμμέτρου θερμασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀμέτρου νομιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡμῖν ἔν τε ταῖς θερμαῖς ἡλικίαις καὶ τοῖς θερμοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερμαῖς καὶ ταῖς θερμαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερμαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύμασί τε καὶ τοῖς διαιτήμασι καὶ τοῖς νοσήμασι τοῖς θερμοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνομένη. τὸ δʼ ἀπορεῖν, εἴτʼ ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν γένεσιν εἴτʼ ἐν τοῖς σιτίοις περιέχεται, μηδʼ ὅτι τοῖς ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, πικρὸν μὲν τὸ στόμα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δʼ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλʼ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσμον ἐληλυθότος καὶ μήπω τὰ κατʼ αὐτὸν φαινόμενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ μέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτʼ ἐκ φύσεως ὑπάρχει τῷ μέλιτι. διὰ τοῦτʼ οὖν ἑψόμενον οὐ γίγνεται γλυκύτερον·ὅσον γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτʼ ἐκείνῳ βλάβη τε καὶ ἀμετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόμενον ἀποδείκνυται πικρόν. διʼ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν εἰς χολὴν ἑτοίμως μεταβάλλεται. θερμῷ γὰρ θερμὸν πλησιάζον εἰς ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόμενον, οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δʼ ἡλικίας, ἵνʼ εἰς αἵματος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης τοῖς φύσει πικροχόλοις μὴ προσφέρειν τὸ μέλι, ὡς ἂν θερμοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήμασι τοῖς πικροχόλοις πολέμιον εἶναι τὸ μέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν ἐνδειξαμένης εὑρόντες, οἱ δʼ ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δʼ οὐ χρηστόν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιμον δὲ τῷ φλεγματώδει· καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγματώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς μὲν θερμοῖς σώμασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ διʼ ἡλικίαν ἢ διʼ ὥραν ἢ διὰ χώραν ἢ διʼ ἐπιτήδευμα χολῆς γεννητικόν, αἵματος δὲ τοῖς ἐναντίοις. καὶ μὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσμα τοῖς μὲν χολὴν γεννᾶν, τοῖς δʼ αἷμα μὴ οὐκ ἐν τῷ σώματι τῆς γενέσεως αὐτῶν ἐπιτελουμένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρʼ ἑαυτοῦ τῶν ἐδεσμάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώμασι μεταβαλλόμενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁμοίως αὐτὴν τοῖς σώμασιν ἐγέννα καὶ τὸ μὲν πικρὸν ἔξω γευομένοις ἦν ἂν οἶμαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο.