δοκοῦσι γάρ μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων, ἀλλʼ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατʼ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθʼ εὑρόντες ἕν τι τῶν περιφερομένων δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλʼ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων, ἃ πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δʼ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου τοῦ τὰς ποιότητας εἶναι σώματα. τάχα δʼ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, οὐκ εἰδότες, ὡς ἐκεῖνοι μὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δʼ Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους. τάχʼ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δʼ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων.ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· "Εἰς τὸ αὐτὸ δʼ ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων τῶν τʼ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δʼ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι." τὸ γὰρ "εἰς τὸ αὐτὸ ἀνεστομωμένων," ὃ κατʼ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τʼ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ μὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαμενήν τινα, πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουμένην δʼ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθʼ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιμι, λάθοιμʼ ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων. κοινὸν δʼ ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ μὴ καθαίρεσθαι πᾶν τὸ αἷμα. χρὴ γὰρ ὡς εἰς ἠθμόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐμπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ μεῖζον στόμα τῇ Ῥύμῃ τῆς ἀναδόσεως φερόμενον. ἆρʼ οὖν ἐν τούτοις μόνον ἀπορίαις ἀφύκτοις ὁ Ἐρασιστράτου λόγος ἐνέχεται μὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάμεσιν εἰς μηδέν, ἢ σφοδρότατα μὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν μηδὲ παῖδα λαθεῖν;εἰ δʼ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδʼ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ κατʼ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόματʼ αὐτῶν καὶ διαφορουμένου καὶ μήτʼ ἀθρόως τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενου μένου τὴν βάσιν. αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατʼ αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλʼ οὐ βούλεται. τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ὠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλʼ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν. ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁμοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σμικρὸν ἀγγεῖον ἑαυτὸ μὲν θρέψει, τὸ παρακείμενον μέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τʼ ἔσται τρέφειν ἄνευ τοῦ σύμφυτόν τινʼ ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. τῇ μὲν γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες αἱ σύνθετοι; κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατʼ αὐτόν, ἀλλʼ οὐχ αἵματος αὕτη γʼ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή.