εἶτʼ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπʼ αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως οὐκ νδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργ ια τὸ σύμμετρον αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δʼ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστʼ εὐθὺς εἰς πᾶν μόριον ἑλκόμενον τοῦ σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει Ῥαδίως τὸ σπέρμα καὶ ταχέως ἐξομοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτʼ οἶμαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ μὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναμις ἐξεύρηται μηδʼ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη δʼ ἂν ἡ διαπλαστικὴ φανείη, καθʼ ἣν πρῶτον μὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα, τὸν ὑφʼ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· μετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλʼ, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράμματος. ἀλλʼ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω μείνειε σμικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν αὐξηθήσεται; πάντη διατεινόμενα θʼ ἅμα καὶ τρεφόμενα. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐμφυσῶντες ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον κἀκ τῶν νῦν Ῥηθησομένων. ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατʼ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι διʼ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον.ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται. ἀλλὰ τοῦτό γʼ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰμάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον ᾖ. πότʼ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθμένα τέ τινα καὶ στόμα καὶ οἷον γαστέρα καὶ τὰ τούτων μεταξύ, μείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δʼ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δʼ ἴσως οἴει τὴν οἰκίαν οἰκοδομουμένην αὐξάνεσθαι καὶ τὸν τάλαρον πλεκόμενον καὶ θοἰμάτιον ὑφαινόμενον. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δʼ ἔτι γιγνομένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνομάζεται· αὐξάνεται μὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.καὶ ταῦτʼ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπʼ αὐτοῦ φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγματα, τῶν δʼ ἄλλων οὐδὲν οὐδʼ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρὸν Ἱπποκράτους ταῦτα σύμπαντα πρώτου, δευτέρου δʼ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ διʼ ὅλων αὑτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι διʼ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι διʼ ὅλων τὰ ἀλλοιούμενα, καὶ ταῦθʼ Ἱπποκράτειά θʼ ἅμα καὶ Ἀριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τινʼ ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δʼ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως καὶ θρέψεως γίγνεσθαι, τὴν δʼ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίγνεσθαι, ταῦτα σύμπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρημένων δυνάμεων καὶ τὰ τῶν νοσημάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, μηδὲν δʼ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ, τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ προς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία; θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντʼ ἀληθεύειν νομίζουσιν.εἰ δʼ οὕτως ἔχει ταῦτα, πάμπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει. καὶ μὴν ὥσπερ τινʼ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωμεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχομεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον Ἐρασιστράτου καὶ δίδωμι τοῖς Ἐρασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δʼ ὁ μὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος Ἐρασίστρατον. ἐμὸν μὲν οὖν ὑπομνῆσαι τῶν δογμάτων τὴν μάχην, ἐκείνων δʼ ἡ αἵρεσις. ἀλλʼ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυμάζειν Ἐρασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν, ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει· μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δʼ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δʼ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον· ἅπερ εἰ μὲν οὐδʼ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δʼ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτʼ ἐπεξέρχομαι τῆς περὶ χρείας μορίων πραγματείας ὄντα μελλούσης ἡμῖν ἰδίᾳ περαίνεσθαι; πάλιν οὖν ἀναλάβωμεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς Ἐρασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώμεθα.