τοῦτο γὰρ ἐτόλμησέ τις εἰπεῖν τῶν καθʼ ἡμᾶς Ἐρασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵματος. εἴτε γὰρ ὅτι μᾶλλον ἡ χολὴ τοῦ αἵματος Ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡμῖν ἐστι νομιστέον, εἴθʼ ὅτι διʼ ὀθόνης ἢ Ῥάκους ἤ τινος ἠθμοῦ Ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωμα, κατὰ ταῦτα τὰ γνωρίσματα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδʼ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτὸτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωμάτων. ἀλλʼ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ μήπω καταπεπτωκέναι συγχωρῶν, ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείμενοι τοσούτου δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαμβάνουσι.λῆρος οὖν μακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, μὴ ὅτι τοσοῦτον ἀριθμὸν ἐτῶν ἀλλʼ οὐδʼ ἡμερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρημα μόναις ταῖς τῶν ὑλῶν οἰακιζόμενα Ῥοπαῖς, οὐδαμοῦ δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δʼ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δʼ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδʼ ὅπως οὐκ ἂν εἴημεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι καὶ πολὺ μᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συμπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῆν οὐδὲ διαμένειν οὐδενὶ τῶν ζῴων οὐδʼ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια καὶ οὕτω διαφέροντα μήθʼ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει μήτʼ ἀποκριτικῇ τῶν ἀλλοτρίων μήτʼ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ μόνῳ σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλας θῆναι τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος. ἀλλʼ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν, εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησιν ἢ μεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου διʼ ὅλων αὐτῶν ἐκτέταται·καὶ γὰρ ὅλα διʼ ὅλων οὐκ ἔξωθεν μόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δʼ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν. ἡ φύσις δʼ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιμελῆς πιμελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδʼ ἀνεξέργαστον οὐδʼ ἀκόσμητον. ἀλλὰ τὸν μὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλʼ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν μόνον ἠμφιεσμένον εἶδός τι καὶ σχῆμα τεχνικόν, ἄγαλμα τέλειον γέγονεν. ἡ φύσις δʼ οὐδεμιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρματι, δίκην κηροῦ τινος ὕλη μία καὶ μονοειδὴς ὑποβεβλημένη τῷ τεχνίτῃ. γίγνεται δʼ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτʼ ἐρυθρὸν οὕτως οὔθʼ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε. τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθʼ ἑκάτερον, διαφόροις δʼ ἐπινοίαις ἑρμηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρμα, τοῦθʼ, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται.καθάπερ γὰρ ὁ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δʼ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δʼ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτʼ ἄν· εἰ δʼ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵνʼ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δʼ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δʼ αἷμα τῷ κηρῷ προσέοικεν. οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵματος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλʼ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, μή πως λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι· οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν οὔτε φύσιν ἀλλʼ ἤδη ζῷον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν θʼ ὁλκὴν τοῦ συμμέτρου καὶ τὸ χωρὶς λογισμοῦ, δύναμίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι φήσομεν ὑπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα. τί δʼ ἦν τὸ σπέρμα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστιν.