ἐπεὶ δʼ ἱκανῶς ἠδολεσχήσαμεν οὐχ ἑκόντες, ἀλλʼ, ὡς ἡ παροιμία φησί, μαινομένοις ἀναγκασθέντες συμμανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωμεν διάκρισιν, ἐν ᾗ τῶν μὲν Ἀσκληπιάδου λήρων ἐπιλαθώμεθα, μετὰ δὲ τῶν πεπεισμένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώμεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νομίζοντα, καθάπερ ἡμεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωμεν· ἤ, εἰ τοῦτʼ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτʼ ἔστιν; εἰ γὰρ μὴ τοῖς νεφροῖς δώσομέν τινα δύναμιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς Ἱπποκράτης ἐνόμιζεν, οὐδὲν ἕτερον ἐξευρήσομεν. ὅτι μὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέμπειν, εἴπερ γε μὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλʼ εἰ μὲν αἱ φλέβες περιστελλόμεναι προωθοῖεν, οὐκ ἐκεῖνο μόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷμα τὸ περιεχόμενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτʼ ἀδύνατον, ὡς δείξομεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γʼ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώμασιν ἔν τε τῇ Ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθμοῖς ὅμοιοι πόροι, ἀλλʼ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ μήν, εἴπερ ὁμοίως τοῖς ἠθμοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο μὲν ἑτοίμως διαπέμπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπʼ αὐτοὺς ἰέναι χρὴ τὸ αἷμα τὸ περιεχόμενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐμβάλλεται. καὶ μέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουμένου παράδειγμα σαφῶς ἄν, ὃ βούλομαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐμβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλʼ ὅσον μὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάμων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο μὲν ὀρρὸς ἐπονομάζεται·τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ μέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχομένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω μέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵματος ὀρρός, ἅπαν ἐπʼ αὐτοὺς ἥκειν χρὴ τὸ αἷμα καὶ μὴ τὸ μὲν ναί, τὸ δʼ οὔ. Πῶς οὖν ἔχει τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς; τὸ μὲν ἕτερον μέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δʼ ἐπιβαίνει τῇ Ῥάχει καθʼ ὅλης αὐτῆς ἐκτεινόμενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ μὲν ἕτερον οὐδʼ ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει μέν, οὐ μὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δʼ, εἴπερ ἔμελλεν ὡς διʼ ἠθμῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷμα, πᾶν ἐμπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω μὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δʼ ἄνω τὸ παχύ. νυνὶ δʼ οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθμοὶ διηθοῦσι, πεμπούσης μὲν ἐκείνης, αὐτοὶ δʼ οὐδεμίαν εἰσφερόμενοι δύναμιν, ἀλλʼ ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται. πῶς οὖν ἕλκουσιν; εἰ μέν, ὡς Ἐπίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόμων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄμεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς μηδʼ ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου μικρῷ πρόσθεν εἰρημένων ὁ λόγος ἐξεταζόμενος εὑρεθείη γελοιότερος· ἀλλʼ ὡς Ἱπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλʼ ὡς οὔτʼ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθʼ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ μἠδεμίαν οἰκείαν διδόντες τῇ φύσει δύναμιν οἴονται γίγνεσθαι. τούτου γὰρ ὁμολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις δύναμις ἑλκτική, ληρώδης νομίζοιτʼ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδʼ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομʼ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων· "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι"· περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδʼ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γʼ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτʼ ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν "Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν" ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτʼ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι μήτρας αἰτιώμενος ἄρρωστον αὐχένα κακῶς εἶπεν "Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν," ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ Ἐρασίστρατος ἠξίωσε, τότʼ ἂν καὶ ἡμεῖς πρὸς αὐτὸν ἀπολογούμενοι εἴπομεν· ὦ γενναῖε, μὴ Ῥητορικῶς ἡμῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλʼ εἰπέ τινα κατηγορίαν τοῦ δόγματος, ἵνʼ ἢ πεισθῶμέν σοι ὡς καλῶς ἐξέλεγχοντι τὸν παλαιὸν λόγον ἢ μεταπείσωμεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω Ῥητορικῶς; μὴ γάρ, ἐπειδή τινες τῶν Ῥητόρων, ἃ μάλιστʼ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδʼ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθʼ εἶναι τὸ Ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ Ῥητορικῶς, τὸ δʼ ἄνευ λόγου βωμολοχικόν, οὐ Ῥητορικόν. οὔκουν οὔτε Ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι." πάλιν οὖν αὐτῷ παρʼ ἡμῶν ἀντιμαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ μὲν οὖν τοῦ στομάχου οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχʼ ἂν ἴσως εἴποι τις τῶν ἀπʼ αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ μερῶν συστελλομένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν;