Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,Ἕσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα,τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντιἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνασάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωρὰνἔρχομαι, οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω·ἀλλ’ ἐράω· καλὸν δέ τ’ ἐρασσαμένῳ συναρέσθαι.