Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνακῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα·εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκενἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ’ ἀνύεσθαιτὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ’ ἐπὶ μόχθῳ,ἦν τάχα μοχθήσαντί ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι.εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖνἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,ψυχὰν δ’ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχναςβάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;λαθόμεθ’ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;