Ἁ μεγάλα μοι Κύπρις ἔθ’ ὑπνώοντι παρέστα,νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ χειρὸς ἄγοισαἐς χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον·μέλπειν μοι φίλε βοῦτα λαβὼν τὸν Ἔρωτα δίδασκε.ὣς λέγε· χἂ μὲν ἀπῆνθεν, ἐγὼ δ’ ὅσα βουκολίασδον,νήπιος ὡς ἐθέλοντα μαθεῖν τὸν Ἔρωτα δίδασκον,ὡς εὗρε πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα,ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων.ταῦτά νιν ἐξεδίδασκον· ὃ δ’ οὐκ ἐμπάζετο μύθων,ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ’ ἐδίδασκεθνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα.κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ’ ἐδίδασκον,ὅσσα δ’ Ἔρως μ’ ἐδίδαξεν ἐρωτύλα πάντ’ ἐδιδάχθην.