Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντιὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωταἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτωντᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυςμειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ.φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,εἰσόκα μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς,οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.