Εἴαρος ὦ Μύρσων ἢ χείματος ἢ φθινοπώρωἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν;ἢ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες;ἢ γλυκερὸν φθινόπωρον, ὅτ’ ἀνδράσι λιμὸς ἐλαφρά;ἢ καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶθαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ·ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπέ, τί τοι φρήναἱρεῖται; λαλέειν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἄμμιν.κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι·πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατιἐξερέω Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ’ ἅλιος ὀπτῇ.οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει.οὖλον χεῖμα φέρειν· νιφετὸν κρυμώς τε φοβεῦμαι.εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,ἁνίκα μήτε κρύος μήθ’ ἅλιος ἄμμε βαρύνει.εἴαρι πάντα κύει, πάντ’ εἴαρος ἁδέα βλαστεῖ,χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς