Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας,τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χάλεπτες;τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ,ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι,ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν,ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;