Λῇς νύ τί μοι Λυκίδα Σικελὸν μέλος ἁδὺ λιγαίνειν,ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψἄεισεν Πολύφαμος ἐπᾳονίᾳ Γαλατείᾳ;κἠμοὶ συρίσδεν, Μύρσων, φίλον· ἀλλὰ τί μέλψω;Σκύριον ὦ Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,λάθρια Πηλείδαο φιλάματα, λάθριον εὐνάν,πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ’ ἐψεύσατο μορφὰνκἠν κώραισιν ὅπως Λυκομηδίσιν ἁπαλέγοισαἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλληνοὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷπαρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθοςχιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμαπαρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.θυμὸν δ’ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα·ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶςστάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρι’ ἐπῄνει·ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίεισπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες· ἁ δὲ πονηρὰΝυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.οὐ γὰρ ἐγὼ σέο ...