Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδονοὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην,καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρωνἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· πλῆσον ἀρούρας,μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω.