Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαννέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκωνκαὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.