πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγματος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην τὴν ψῆφον ἐνεγκεῖν. ἀδύνατον γάρ ἐστι ἄνευ τοῦ λόγου τοὺς μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον.