ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺςΧείρωνος αὐτίκʼ ἀγγελίαι·μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτωἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸνλύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸςοὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγεινκαὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶνστόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·ὃ καὶ Μύσιον ἀμπελόεναἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,Ἑλέναν τʼ ἐλύσατο, Τρωΐαςἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότουἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίανὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοιστάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τεΜοισαῖον ἅρμα Νικοκλέοςμνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάποςΔωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίοναςἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸνἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτωμυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·τὸν αἰνεῖν ἀγαθῷ παρέχει·ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.