Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρονεὔδοξον, ὦ νέοι, καμάτωνπατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτωκῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντεςμήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶνγλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶςτὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλάμοι δεῖμα μὲν παροιχόμενονκαρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖνχρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφένταΑἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδωνὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.ὃ τὰν μὲν παρὰ καλλιρόῳΔίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼνκοιμᾶτο, δῖον ἔνθα τέκεςΑἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶδαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοιἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτεροςἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼεὔβουλος ἐν μέσοισι Θέμις,οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖνποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλοςδιώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσαυἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορονὀπάσσαι γέρας Αἰακίδᾳ,ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·