τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸνεὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρονΔαμάτερος ἁνίκʼ εὐρυχαίτανἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροιςσταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸνμυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷἔστασας ἐπὶ σφυρῷΛακεδαιμονίων, ἕλον δʼ ἈμύκλαςΑἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;ἀλλὰ παλαιὰ γὰρεὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,ὅ τι μὴ σοφίας ἄωτον ἄκρονκλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳκαὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖνίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξωνζώων τʼ ἀπὸ καὶ θανών.τὺ δέ, Διοδότοιο παῖ, μαχατὰναἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ ἝκτοραἈμφιάρηόν τε,εὐανθέʼ ἀπέπνευσας ἁλικίανπρομάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοιἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοιΓαιάοχος εὐδίαν ὄπασσενἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,ὅ τι τερπνὸν ἐφάμερον διώκων