ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχουςαὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαιςλίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίαςἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶταιθηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸςἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶνἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.ὣς ἆρα εἰπὼν αὐτίκαἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίαςΠυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπονεἰρήσεταί που κἀν βραχίστοις.ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίουτρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτωνἄρδοντι καλλίστᾳ δρόσῳ,τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλινθεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέτανἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,υἱοῖσί τε φράζων παραινεῖ,ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμενΝαξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραιχρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.