θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίουδεύτερον κρητῆρα Μοισαίων μελέωνκίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳΝηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτουΦυλακίδα νικῶντος. εἴη δὲ τρίτονσωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτασπένδειν μελιφθόγγοις ἀοιδαῖς.εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶςκαὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβουβάλλετʼ ἄγκυραν θεότιμος ἐών.τοίαισιν ὀργαῖς εὔχεταιἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸνὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονονΚλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖςἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεντάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδακαὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμονἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,Λαομεδοντίαν ὑπὲρ ἀμπλακίανἐν ναυσὶν Ἀλκμήνας τέκος.εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπωνἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσονΦλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατοχερσὶν βαρυφθόγγοιο νευρᾶςἩρακλέης. ἀλλʼ Αἰακίδαν καλέωνἐς πλόον κεῖνον κύρησε δαινυμένων.τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαικαρτεραίχμαν Ἀμφιτρυωνιάδαν,ἄνδωκε δʼ αὐτῷ φέρτατοςοἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,