Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφοντρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;τοῖσιν Αἴγιναν προφέρει στόμα πάτρανδιαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαιπύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.πολλὰ μὲν ἀρτιεπὴςγλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνωνκελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταιςἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·Ζεὺς τά τε καὶ τὰ νέμει,Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷμέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδωνἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκουἐκμαθών· οὔτοι τετύφλωται μακρὸςμόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναιἐλπίδων ἔκνισʼ ὄπιν.αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαιςΦυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαιχερσὶ δεξιόν, νόῳ ἀντίπαλον.λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.