μᾶτερ Ἁλίου πολυώνυμε Θεία,σέο ἕκατι καὶ μεγασθενῆ νόμισανχρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·καὶ γὰρ ἐριζόμεναινᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποιδιὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸνκλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοιχερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειρανἢ ταχυτᾶτι ποδῶν.κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.θνατὰ θνατοῖσι πρέπει.τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸνοὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖςτάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπταιθεοδότων ἔργων κέλευθον ἂν καθαράν,μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷκιρνάμεν ἀντὶ πόνων.καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶλόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖςμυρίον χρόνον· μελέταν δὲ σοφισταῖςΔιὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖςΟἰνεΐδαι κρατεροί,ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαοςγέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶΑἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαιςδὶς πόλιν Τρώων πράθον ἑσπόμενοιἩρακλῆϊ πρότερον,καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,καὶ στράταρχον Αἰθιόπων ἄφοβον